Ancient Greek
P.Mert. 2 81
Documentary Papyri, P.Mert. 2 81
Not analysed yet
Ἐποῆρις Δημητρίωι τῶι υἱῶι χαίρειν. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν. μή με δόξῃς ἠμεληκέναι περὶ σου· διὰ γὰρ δέκα ἡμερῶν ἑκάστοτε μαντεύομαι περί σου. εὑροῦσα οὖν τὰ καίρια μὴ χρησιμεύοντά σοι ἐν τῇ τριμήνῳ ταύτῃ, διὰ τοῦτο οὐκ ἔγραψά σοι. ἔγραψάς μοι περὶ τοῦ πράγματος τοῦ ἱερέως· συνέβαλεν οὖν αὐτῷ ὁ ἀδελφός σου περὶ τούτου καὶ λίαν αὐτὸ ὕψωσεν, ὥστε τὸν ἱερέα λέγειν, ὅτι οὐκ ἔτι αὐτὸ θεοῖς μέλεται. μετὰ τὸ οὖν …ξοθαι τοῦ …ερ…ου εγ…ρ… πρὸς αὐτὸν καὶ λίαν ἔμεμψε τὸν αὐτόν, ὅτι συνέβαλες αὐτὸς ἀνθρώπῳ περὶ πράγματος καὶ σεαυτὸν οὐκ ἐπʼ αὐτοῖς α…ρ…ειναι. λέγουσα πάλιν ἀυτῷ ὅτι τι β… σὺ διδόναι ς… λέγων ὅτι ὁ ὡμολογημένος …λόγον δίδωμι πλαστὸν ουδ…ε… ἐπʼ αὐτὰς πάντα επ …υς …καὶ ἐμαντευσάμην ὅτι μ… δεῖ ἀπαρτίζεσθαι το… αὐτὸς δὲ λέγει ο… παρ…ι ὅτε δὲ οὐ π… ετ… εανουδ…ημης τι δ…ηεκεινα καινὰ πρὸς αὐτὰς η…υ…τ…αι σου τὸ πρᾶγμα… γὰρ …αι ὅτι δείδω σ…αι… πρῶτον καὶ ἑλέσθαι ἢ μένειν ἢ πορευθῆναί σε εἰς τὴν Ῥώμην· ἐὰν οὖν ἀναπλεύσῃς …ερη… πότε μέλλεις ἀνέρχεσθαι; μεθʼ ὧν δὲ ἐσθίεις καὶ πίνεις, φυλάσσου σεαυτὸν ἀπʼ αὐτῶν. ἀσπάζονταί σε οἱ ἐν οἴκῳ πάντες· ἄσπασαι τοὺς ἐν οἴκῳ πάντας. ἐρρῶσθαί σε εὐχαριστῶ σου τῇ μητρὶ πολλὰ —εὔχομαι. Διονύσιον ἀσπάζομαι πολλά.