Ancient Greek
P.Mert. 2 83
Documentary Papyri, P.Mert. 2 83
Not analysed yet
Ταῶς Ἀγαθώπου τῶι φιλτάτωι χαίρειν. γινώσκειν σε θέλω ὅτι μετεπέμψατο ἡμᾶς ἡ Τααρμίυσις, ἐμέ τε καὶ Σεΐαν καὶ Φαυστίωνα καὶ τὸν ἐριοπώλην καὶ τὴν γυναῖκα αὐτοῦ· ἐμὲ δʼ ἔλεγον κατʼ ἐξαίρετον ἐπελθεῖν αὐτῇ σύν σοι καὶ ὑπηρέτῃ εὐωχουμένῃ καὶ ὑφῃρηκέναι ἡμᾶς χρυσία αὐτῆς· ὡς αὐτὴ λέγει. καλῶς οὖν ποιήσεις τὴν φροντίδα μου ποιήσας, ὡς καὶ τῶν ἄλλων ἐποίησας· οὐ διότι τὸ πρᾶγμα ὑμέτερόν ἐστιν, ἀλλὰ καὶ ὅτι προσδοκῶ σοι ἵνα μή με σκύλῃς εἰς Ἀλεξανδρείαν. ἐποίησα δὲ καὶ τὸν υἱόν σου γράψαι σοι περὶ ἐμοῦ, καὶ ὁμοίως πάλιν τὸν ἐριοπώλην γράψαι σοι διὰ τῆς ἐπιστολῆς αὐτοῦ. ἄσπασαι τὴν θυγατέρα σου Ἀρσοῦν καὶ Βησᾶν καὶ Ἡρακλᾶν καὶ τοὺς φιλοῦντάς σε πάντας. ἀσπάζεταί σε Ἀπολλῶς ὁ υἱός μου καὶ τοὺς σοὺς πάντας. λέγει δὲ Θερμούθιον ὅτι ἔλεγέν μοι Λυσανίας, φέρε χαλκὸν, ἵνα ἀπενέγκω αὐτῷ· οὐκ ἔδωκεν δέ. ἐὰν ἐθέλῃς με δοῦναι, γράψον μοι, καὶ πέμψω σοι διὰ τοῦ ἀδελφοῦ σου ὃ ἐὰν σὺ χρῄζῃς ἐὰν ἐξέρχηται τῷ Φαμενώθ. εὐθέως οὖν λαβὼν τὴν ἐπιστολὴν ἀντίγραψον ἡμῖν, ἐμοὶ καὶ Θερμουθίῳ, ἐμοὶ μέν, ἵνα μάθω ἢν ποιῇς μου τὴν φροντίδα, Θερμουθίῳ δέ, ἵνα οὗ ἐὰν χρῄζῃς μὴ ὑστερήσῃς. ἀσπάζεταί σε καὶ τοὺς σοὺς πάντας. ἀπόδος Ἀγαθώπῳ ἀπὸ Θερμουθίου.