Ancient Greek
P.Mert. 2 82
Documentary Papyri, P.Mert. 2 82
Not analysed yet
Νείκη Βερενείκηι τῆι κυρίᾳ ἀδελφῆι πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ ἀεί σου τὸ προσκύνημα ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς εὐχομένη σοι τὰ ἐν βίῳ ἀγαθὰ ὑπαρχθῆναι. ἔγραψά σοι, κυρία ἀδελφή, ἄλλα δὶς χωρὶς τούτου καὶ τάχα σοι οὐκ ἀνεδόθη. καὶ ἔγραψάς μοι ὅτι οὐδὲ ἅπαξ μοι ἔγραψας· οὕτως δὲ ἤμην ἀμαθὴς ὥστε σοι μὴ γράψαι; ἡμεῖς γὰρ καθάπαξ γράφομεν καὶ τάχα ὑμῖν οὐκ ἀναδιδοῦσι. λίαν δὲ νωθρεύομαι, πότερον διὰ τὸν ἀέρα οὐκ οἶδα. ἐὰν δὲ πάλιν ῥαΐσω σὺν θεοῖς, γράψω σοι. ἀσπάζου τὴν μητέρα σου Ἀθηναΐδα καὶ τὸν ἀδελφὸν ἡμῶν Ἀχιλλίωνα καὶ πάντας κατʼ ὄνομα. Σαραπάμμων σε ἀσπάζομαι, καὶ Ἱερατική σε ἀσπάζεται. ἐρρῶσθαί σε θεοῖς εὔχομαι κυρία ἀδελφή. ἀπόδος Βερενείκηι παρὰ Νείκης ἀδελφῆς.