Ancient Greek
P.Meyer 23
Documentary Papyri, P.Meyer 23
Not analysed yet
…ωθη λε… ἐπιστόλιόν μοι γράψει· ἤδη γὰρ ὑμᾶς καταλάβω, οὐ μα Δία, τί γὰρ ἀνέμεινα τοσοῦτον χρόνον ἐνταῦθα διακατοχῇ ἀνθρώπου τινός, ἕνεκεν ἀργυρίου ποίησον τὸν ἀδελφόν μου ἑτοιμάσαι τὸ κέρμα αὐτοῦ ἕως ἔλθω. καὶ γενέσθω μοι μαφόρτιον διὰ ταχέως, ἐπεὶ οὐκ ἔχω. καὶ λαβὲ παρὰ Τιθοῆτος τῷ προσφέροντί σοι ταῦτά μου τὰ γράμματα ἀργυρίου τάλαντα διακόσια ὀγδοήκοντα . ὁπόταν θελήσῃ δώσομαι. ἀσπάζομαι ὑμᾶς πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.