Ancient Greek
P.Meyer 24
Documentary Papyri, P.Meyer 24
Not analysed yet
παρὰ πάνυ προῃρημένος ἐλθεῖν καὶ διὰ πολλοῦ χρόνου τῶν εὐχῶν τῆς σῆς ἁγιωσύνης ἀξιωθῆναι κεκώλυμαι ὑπὸ ἀηδείας τοῦ οἰκοδεσπότου ἀρξαμένης μὲν ἀπὸ τῆς νυκτὸς ἐπιταθείσης δὲ σήμερον. καταξιώσῃ οὖν ἡ σὴ θεοσέβεια εὔξασθαι ὑπὲρ ἐμοῦ, καὶ σὺν θεῷ ὑπὸ νύκτα μετὰ τοῦ υἱοῦ σου τοῦ σχολαστικοῦ καταλαμβάνω πολλῶν καὶ ἀναγκαίων χάριν.