Ancient Greek
P.Mich. 10 580
Documentary Papyri, P.Mich. 10 580
Not analysed yet
Θέωνι καὶ Εὐτυχίδηι τοπογραμματεῦσι καὶ κωμογραμματεῦσι Ὀξυρύγχων πόλεως παρὰ Σοήριος τῆς Ἀσκληπιάδου μετὰ κυρίου Ζωίλου τοῦ Ζωίλου. ὁ υἱός μου Ἀπολλώνιος Θέωνος ἀναγραφόμενος ἐπὶ λαύρας ῥύμης Ὀννώφρεως μηδένα πόρον ἔχων ἀνεχώρησεν εἰς τὴν ξένην ἔτι πρὸ πλείονος χρόνου. διὸ ἀξιῶ τοῦτον ἀναγράψασθαι ἐν τῇ τῶν ἀνακεχωρηκότων τάξει ἀπὸ τοῦ …τοῦ ἔτους Τιβερίου Καίσαρος …