Ancient Greek
P.Mich. 10 581
Documentary Papyri, P.Mich. 10 581
Not analysed yet
Ἀσκληπιάδῃ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ὥρου τοῦ Ὥρου ἀπὸ κώμης Βακχιάδος. ἐκλάπη δὲ χόρτος ἐν πεδίῳ τῆς κώμης, χόρτου γόμος εἷς . τούτου δὲ αἴροντος τὸν χόρτον κλεψιμαίως, ἔλυσε δράγμα πύρινον τοῖς ἑαυτοῦ ἵπποις. ἀλλὰ καὶ συνζητήσαντός μου αὐτῶι περὶ τούτων ἠνάγκασε τὸν τοῦ πεδίου ἀρχέφοδον κατενγυῆσαι ὃν καὶ ἐγὼ ἔχω γειτνεύοντα χόρτου αὐτοῦ προφάσει καὶ ἐμὲ κεκλοφέναι ὥστε ἕνα τῶν πρεσβυτέρων Ἀλεξᾶν συμβαλεῖν τὸν χόρτον ἀσύμφωνον εὑρε …