Ancient Greek
P.Mich. 10 582 col. 2
Documentary Papyri, P.Mich. 10 582
Not analysed yet
Ἀλεξανδρίας Ἑστιῆς Πομσάις δραχμαὶ νϛ Ἁτρῆς ἀδελφός δραχμαὶ νϛ Ἀπολλώνιος Μανδρόβου δραχμαὶ νϛ Φαῆσις Ἀπολλωνίου ρδ Πετεσοῦχος Ἀραῦτος δραχμαὶ νϛ Νεκφερῶς ἀδελφός δραχμαὶ νϛ Πετσῖρις Ἡρακλήου νϛ Νετνῆφις Ἡρακλήου νϛ Παποντῶς Ἡλιοδώρου δραχμαὶ νϛ Φᾶσις Ἁρυώτου δραχμαὶ νϛ Διονύσιος Κεφάλωνος δραχμαὶ νϛ Ἀγχορίμφις Πετεσούχου δραχμαὶ νϛ Σοντῶις Ὡρίωνος δραχμαὶ νϛ Μάρων Ἡρακλήου δραχμαὶ νϛ Πτολίων Παναῦτος δραχμαὶ κ Ἡρακλῆς Πεούριος δραχμαὶ κη Δικράνης Δικράνου δραχμαὶ κ δραχμαὶ ϡ παρὰ Νεμεσίωνος τοῦ Ζωίλου πράκτορος ἀργυρικῶν ἀπὸ Φιλαδελφείας τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. Ὡρίων Πετοσίρεως ἀχθεὶς σὺν ἐμοὶ τῶι δεκάτωι ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος εἰς τὴν εἴσπραξιν τῶν δημοσίων, καὶ πρακτορεύσας ἀριθμήσεις τέσσαρας κατεφρόνησεν, οὐκέτι τῆς εἰσπράξεως ἀντεχόμενος, μήτε ὢν ἀπολύσιμος γεωργὸς μήτε ἐν λευκώματι. διὸ ἀξιῶ σε τὸν πάντων σωτῆρα ὅπως γράψῃς Καττίωι τῶι ἐπὶ τῶν τόπων ἑκατοντάρχῃ ἐπανανκάσαι τὸν Ὡρίωνα ἀντέχεσθαι τῆς πρακτορίας τῶν δημοσίων πρὸς τὸ μηδὲν ἔλαττον τοῖς δημοσίοις ἐπακολουθῆσαι, ἵνʼ ὦμεν εὐεργετημένοι.