Ancient Greek
P.Mich. 11 617
Documentary Papyri, P.Mich. 11 617
Not analysed yet
Θέωνι στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου μισθωτοῦ οὐσιακοῦ δρυμοῦ περὶ κώμην Θεαδέλφειαν τῆς Θεμίστου μερίδος καὶ ἄλλων. πολλάκις προσελθόντος μου Ἀπολλωνίῳ αἰγιαλοφύλακι καὶ τῷ τῶν τόπων κατασπορεῖ, πολλὰς ἀντικαταστάσεις πρὸς αὐτὸν ποιησάμενος παρόντα ἐν τῇ κώμῃ ἔτι καὶ ἀκμάζοντος τοῦ Νείλου πρὶν ἢ καὶ τὰ ὕδατα εἰς τὰ ἐδάφη χωρήσῃ παρασχεῖν τῷ προκιμένῳ δρυμῷ τὰ συνήθη καὶ αὐτάρκη ὕδατα, καὶ μέχρι νῦν διαβαλλόμενος ὑπʼ αὐτῶν, οὐκ ἐβουλήθησαν παρασχεῖν, τοῦ ἱερωτάτου Νείλου τὴν τελείαν ἀνάβασιν ἐνεγκόντος καὶ πάντα τὸν νομὸν ὀφείλοντος ἐνενκεῖν …,τοῦ οὖν δρυμοῦ μέχρι σήμερον ἐνδεεστάτου ὄντος· παντελῶς γὰρ ὀλίγα ἔσχεν ὕδατα καὶ ἦν ἄγονα ἀπὸ ἀποχυμάτων καὶ μηδὲ ἓν ἀπὸ μήτρας ἐσχηκότα· ὅθεν μὴ δυνάμενος καθησυχάζειν ἀξιῶ τούτου τοῦ διαστολικοῦ τὸ ἴσον μεταδοθῆναι τῷ τε αἰγιαλοφύλακι καὶ τῷ τῶν τόπων κατασπορεῖ Τυράννῳ διά τινος τῶν περὶ σὲ ὑπηρετῶν πρὸς τὸ πλησθῆναι τὸν προκίμενον δρυμὸν ἢ εἰδέναι αὐτοὺς, ἐὰν ἄρα τι ἐκ τούτου βλάβος ἐπακολουθήσῃ λόγον ὑφέξοντας ἐπὶ τοῦ λαμπροτάτου ἡγεμόνος καὶ τοῦ κρατίστου ἐπιτρόπου· ἀποξηρανθέντος γὰρ τοῦ προκιμένου δρυμοῦ ἐπʼ ἔδαφος καὶ τοῦ γόνου καὶ τῶν μητρῶν μειωθέντων, οὐ μόνου τοῦ ἐφετείου φόρου βλάβος ἐπακολουθεῖ, ἀλλὰ καὶ ἐφεξῆς ἔτη τρία ἄχρι ἂν γόνον καὶ μήτρας εἰς αὖξιν σχῇ ὁ δρυμὸς βλάβος ἐπακολουθεῖ· μένειν δʼ ἐμοὶ πρὸς τὸν αἰγιαλοφύλακα τὸν λόγον περὶ ἧς ἔχω π…ας διαστολῆς περὶ τοῦ αὐτοῦ δρυμοῦ ὑπὲρ τοῦ παρῳχηθέντος ὀγδόου ἔτους ἐπὶ τοῦ κρατίστου ἐπιστρατήγου.