Ancient Greek
P.Mich. 11 618
Documentary Papyri, P.Mich. 11 618
Not analysed yet
Λοκκείῳ Ὀφελλιανῷ τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Ψεναμούνεως Ψεναμούνεως τοῦ Ψεναμούνεως ἀπὸ κώμης Βακχιάδος ἱερέως. ἔτι ἀπὸ τοῦ ιη ἔτους θεοῦ Αἰλίου Ἀντωνείνου ἐξ ἐνκελεύσεως Σεμπρωνίου Λιβεραλίου τοῦ ἡγεμονεύσαντος ἀπελύθην ἅμα ἄλλοις ἀνδράσιν ὡς ἀσθενὴς τοῖς ὀφθαλμοῖς· ὁ οὖν τῆς Βακχιάδος κωμογραμματεύς καὶ ἐκβολεὺς χωμάτων ὑπογύως ἐξέβαλέν με εἰς τὸ ἐργάσασθαι εἰς τὰ χώματα …