Ancient Greek
P.Mich. 11 621
Documentary Papyri, P.Mich. 11 621
Not analysed yet
κλει… τωι διὰ σοῦ παραχώρησιν ἀρουρῶν δεκατριῶν ἡμίσους ,περὶ μὲν Τεβτῦνιν ἀρουρῶν ἑπτὰ ἡμίσους καὶ περὶ τὸ Ἡρακλείδου ἐποίκιον ἀρουρῶν ἕξ ,διὰ τὸ ἐμὲ τὸν Ἡρώδην τὸν καὶ Ἡρακλείδην ἀπεσχηκέναι παρὰ τοῦ αὐτοῦ Ἡρακλείδου τὴν τῶν αὐτῶν ἀρουρῶν δεκατριῶν ἡμίσους τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρός ἐξ οἴκου ἅμα τῆι παραχωρήσει γινομένῃ τῶι τρίτωι καὶ εἰκοστῶι ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ διὰ τὸ καταλελοχίσθαι αὐτὸν ἐπὶ τῶν αὐτῶν ἀρουρῶν διὰ τοῦ τῶν καταλοχισμῶν λογιστηρίου· καὶ μὴ οὖν ἄλλως ποιήσῃς. μένειν δʼ ἐμοὶ τῶι Ἡρώδηι τῶι καὶ Ἡρακλείδηι ὁ πεποίηταί μοι ὁ προγεγραμμένος Ἡρακλείδης χειρόγραφον περὶ χορηγίας καὶ τῶν διὰ τοῦ αὐτοῦ χειρογράφου διαστολῶν πασῶν. ἔρρωσο. ἔτους δευτέρου Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Φαῶφι πέμπτηι. ἀπόδος Κρονίωνι νομογράφωι Τεβτύνεως.