Ancient Greek
P.Mich. 11 622
Documentary Papyri, P.Mich. 11 622
Not analysed yet
κυρίῳ μου Ἥρωνι στρατηγῷ Φιλάδελφος καὶ Διόσκορος χαίρειν. ἐκομισάμεθά σου γράμματα διὰ Ἰσιδώρου ὀρεοφύλακος κώμης Φιλαδελφίας ὥστε δηλῶσαί σοι τὸν λόγον τὸν ἀπὸ κα ἕως τῆς κζ τί ἐστιν ἃ παρειλήφαμεν ἀφʼ ἑκάστης κώμης. τὸν μὲν λόγον συνποιήσαντες ἀπεστείλαμεν διὰ δημοσίου τῆς σῆς τάξεως. ὅτε ἔπεμψες πρὸς ἡμᾶς τὸν ὀρεοφύλακα …. …ς μετὰ τῶν σῶν π…ονα ᾔτησεν ἡμᾶς τὸ ἀντίγραφον καὶ ἀντεγράψαμέν σοι ὅτι ποιήσαντες τὸν λόγον ἀπεστείλαμεν αὐτόν. ἐρρῶσθαί σε εὐχόμεθα, κύριέ μου