Ancient Greek
P.Mich. 11 623
Documentary Papyri, P.Mich. 11 623
Not analysed yet
Διοσκουρίδης ἔναρχος πρύτανις …ων καὶ ὡς χρηματίζω ἐξηγητὴς …Ἡρώδῃ υἱῷ Ἀπίωνος τῷ ἐπὶ τῶν πολιτικῶν τῆς αὐτῆς πόλεως τῷ φιλτάτῳ χαίρειν. τοῦ ἐπισταλέντος ἡμῖν ὑπὸ τοῦ τοῦ νομοῦ στρατηγοῦ Κλαυδίου Ἰσχυρίωνος τοῦ καὶ Ἀρτεμιδώρου ἀντιγράφου ἐπιστολῆς γραφείσης ὑπὸ Οὐμμιδι…υπίου τοῦ κρατίστου διοικητοῦ ση…νγ τῶν νομῶν ἐν οἷς καὶ τουτου …περὶ τοῦ τὰς ὀφειλομένας ὑπὲρ ὧν ἔδει ἀπὸ τοῦδε τοῦ νομοῦ ταύρων πεμφθῆναι εἰς τὸν ἔναγχος τέταρτον πεντηκοστὸν ἀγῶνα ὑπὲρ ἑκάστου δραχμὰς υ εἰσενεχθῆναι παρʼ ὧν προσήκει προστεθησομένας τῷ κυριακῷ λόγῳ· ἵνʼ οὖν, τιμιώτατε ἵνʼ οὖν, τιμιώτατε, τὰ ἀκόλουθα τοῖς κελευσθεῖσι γένηται ἐπιστέλλεταί σοι.