Ancient Greek
P.Mich. 12 626
Documentary Papyri, P.Mich. 12 626
Not analysed yet
ἐξ ἀπογραφῶν Σαβείνου κηνσίτορος κώμης Καρανίδος Ἀτίσιος Ἁτρῆ ἀπὸ κώμης Καρανίδος δ σφραγῖδος ἐν τόπῳ Στω λεγομένῳ βασιλικῆς σπορᾶς ιγ ἔτους ἀρούρης 𐅸ιϛ λβ ξδ ἀνατολῶν γῆ ἄβροχος ἀδέσποτος διόλου, δυσμῶν Ἥρωνος καὶ ἐν τῷ αὐτῷ τόπῳ ἀπὸ κοινωνίας Ἥρωνος ἰδιωτικῆς σπορᾶς ιγ ἔτους ἄρουραι δ δ η ξδ ἀνατολῶν καὶ δυσμῶν Ἥρωνος κτῆσις ϛ σφραγῖδος ἐν τόπῳ Τμουειταλὴ λεγομένῳ βασιλικῆς ἀβρόχου ἄρουραι η δ η ιϛ ἀνατολῶν Λεωνίδου, δυσμῶν ὑδραγωγὸς μεθʼ ὃν Παννοῦ ζ σφραγῖδος ἐν τόπῳ Ταπατὴς λεγομένῳ βασιλικῆς σπορίμης ἄρουραι γ 𐅸ιϛ ξδ καὶ ἐν τῷ αὐτῷ τόπῳ ἰδιωτικῆς σπορᾶς φοινικῶνος ιβ ἔτους ἄρουραι ε ἀνατολῶν ὑδραγωγὸς μεθʼ ὃν ἄβροχος ἀδέσποτος διόλου, δυσμῶν Ἡρακλέου ια σφραγῖδος ἐν τόπῳ Πέλουα λεγομένῳ ἰδιωτικῆς ἀβρόχου ἄρουραι γ η ἀνατολῶν γῆ ἄβροχος ἀδέσποτος διόλου, δυσμῶν γῆ χέρσος ξυλῖτις διόλου ιγ σφραγῖδος ἐν τόπῳ Πιασόκμην λεγομένῳ ἰδιωτικῆς σπορίμης ἄρουραι ε 𐅵η ιϛ ξδ ἀνατολῶν Ἀβοίκεως κτῆσις, δυσμῶν Παησίου κτῆσις ιδ σφραγῖδος ἐν τῷ αὐτῷ τόπῳ ἰδιωτικῆς σπορίμης ἄρουραι ιδ δ ιϛ καὶ ἐν τῷ αὐτῷ τόπῳ ἰδιωτικῆς χέρσου ἄρουραι γ η ἀνατολῶν ὑδραγωγὸς μεθʼ ὃν Ἀβοίκεως κτῆσις, δυσμῶν …ιη σφραγῖδος ἐν τόπῳ Παάλαμα λεγομένῳ ἀπὸ κοινωνίας Ἰσιδώρου καὶ Ἥρωνος καὶ Ἑλένης ἰδιωτικῆς σπορᾶς ιδ ἔτους ἀρούρης 𐅵η ιϛ λβ ξδ ἀνατολῶν Ἰσιδώρου κτῆσις, δυσμῶν χέρσος ξυλῖτις διόλου γίνονται ὁμοῦ βασιλικῆς σπορίμης ἄρουραι δ 𐅵η ιϛ ἰδιωτικῆς σπορίμης ἄρουραι λ η ξδ βασιλικῆς ἀβρόχου ἄρουραι η δ η ιϛ ἰδιωτικῆς ἀβρόχου ἄρουραι γ η ἰδιωτικῆς χέρσου ἄρουραι η