Ancient Greek
P.Mich. 12 627
Documentary Papyri, P.Mich. 12 627
Not analysed yet
Αὐρηλίῳ Ὡρίωνι βουλευτῇ βιβλιοφύλακι ἐγκτήσεων Ἀρσινοίτου παρὰ Αὐρηλίας Ταπάιτος Παπνούθιος μητρὸς Θαισᾶτος ἀπὸ κώμης Φιλαδελφίας τῆς Ἡρακλείδου μερίδος χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ. ἠγόρασα ……ν γεγονότος ἐνθάδε ἐν Ἀρσινοίτῃ τῇ ἐνεστώσῃ ἡμέρᾳ ἐν τῇ αὐτῇ κώμῃ Φιλαδελφίᾳ οἰκίδιον μονόστεγον μετὰ τοῦ ἐνόντος μυλαίου ἐν ᾧ ὕπαυλις καταπεπτωκυῖα τιμῆς ἀργυρίου δραχμῶν τρισχιλίων γίνονται δραχμαὶ τρισχίλιαι παρὰ Αὐρηλίου Τίτου Οὐαλερίου Γαιανοῦ Τίτου Οὐαλερίου Σατριανοῦ τοῦ καὶ Σερήνου μητρὸς Ἰουλίας Ἀντινοέους καὶ ὡς χρηματίζει μὴ ἀπογεγραμμένου. διὸ ἐπιδίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἴσῳ τοῦ χρηματισμοῦ τῆς πράσεως. ὁπόταν γὰρ τὴν ἀπογραφὴν αὐτοῦ ποιῶμαι, ἀποδείξω ὡς ὑπάρχει καί ἐστι καθαρὸν μηδενὶ κρατούμενον, εἰ δὲ φανείη ἑτέρῳ προσῆκον ἢ προκατεσχημένον τὸ οἰκίδιον διὰ τοῦ βιβλιοφυλακίου, μὴ ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως. Αὐρήλιος Ὡρίων βουλευτὴς βιβλιοφύλαξ ἐγκτήσεων Ἀρσινοίτου …