Ancient Greek
P.Mich. 12 629
Documentary Papyri, P.Mich. 12 629
Not analysed yet
Λοκκείωι Ὀφελλιανῶι τῶι κρατίστωι ἐπιστρατήγωι παρὰ Μάρκου Ἀνθεστίου Γεμέλλου Νερουιανείου τοῦ καὶ Προπατορείου τῶν ἐκτὸς σιτηρεσίου ἀναγορευομένων. παραγεναμένου μου, κύριε, ἐνθάδε πρὸς τὴν τῶν γενημάτων συνκομιδήν πρὸς τὸ διευθῦναι τὸ δημόσιον, μέχρι δὲ τούτου μηδέπω τι ἀπαρτίσας, ἀξιῶ, ἐάν σοι δόξηι, προσμερίσαι μοι μετὰ …μενον τὸ ἀποδημεῖν με καὶ ἄλλας ἡμέρας τριάκοντα ἵνα ᾦ εὐεργετημένος. διευτύχει. …