Ancient Greek
P.Mich. 12 631
Documentary Papyri, P.Mich. 12 631
Not analysed yet
…ἀπὸ μητροπόλεως. βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν τοὺς ἐπικειμένους καρποὺς φοινικῶνος Πτάτον λεγομένου πρὸς τὸ ἐνεστὸς κϛ ἔτος Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, φόρου ἀργυρίου δραχμῶν ἑκατόν ,τὴν δὲ ἀπόδοσιν τοῦ φόρου ποιησόμεθα ἐν μηνὶ Φαῶφι καὶ Ἁθὺρ ἐξ ἴσου ἐὰν φαίνηται μισθῶσαι. Ἄρειος ὡς ἐτῶν λγ οὐλὴ ἀντικνημίῳ δεξιῷ, Χαιρήμων ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ ἀριστερῷ εἰκονίσθησαν φάμενοι μὴ εἰδέναι γράμματα. ἔτους κε Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κϛ.