Ancient Greek
P.Mich. 12 632
Documentary Papyri, P.Mich. 12 632
Not analysed yet
ἔτους δωδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ὑπερβερεταίου ἑπτακαιδεκάτηι Μεσορὴ ιζ ἐν Τεβτῦνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσαν Ἁρμάεις ὡς ἐτῶν τριάκοντα τεσσάρων οὐλὴ ἀντικνημίωι ἀριστερῶι καὶ Πατῦνις ὡς ἐτῶν εἴκοσι ἐννέα οὐλὴ ἀμφοτέρων Μαρεψήμιος καὶ Ἁρυώτης Σοκέως λεσῶνις ὡς ἐτῶν τεσσαράκοντα τριῶν οὐλὴ οἱ τρεῖς Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν Διδύμῳ νεωτέρῳ Λυσιμάχου ὡς ἐτῶν τριάκοντα οὐλὴ ἀντικνημίωι δεξιῶι μεμισθωκέναι αὐτῶι ἀφʼ ὧν καὶ αὐτοὶ ἔχουσιν ἐν μισθώσει Ἡρακλήου τοῦ Ἡρακλήου ἐπικαλουμένου …δευτου γῆς ἀρούρας δεκαοκτὼ ἐν δυσὶ σφραγῖσι εἰς χορταράκων σπορὰν καταβρώματος προβάτων, τοῦ Διδύμου χορηγοῦντος ἑαυτῶι σπέρματα, τῶν δὲ μεμισθωκότων τοὺς ποτιμσοὺς καὶ χωματισμοὺς ποιουμένων, ὑπὲρ ὧν καὶ ἀπέσχηκαν οἱ μεμισθωκότες παρὰ τοῦ Διδύμου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου …ποχριων …