Ancient Greek
P.Mich. 12 656
Documentary Papyri, P.Mich. 12 656
Not analysed yet
Νεμεσίων Τρύφωνι τῶι ἀδελφῶι χαίρειν. ἐρωτῶ σε ἀπελθεῖν πρὸς τοὺς ἄρχοντας καὶ ὑποδεῖξαι αὐτοῖς ὅτι Παπεῖ χάριν τοῦ ἀρχιμαχαιροφόρου ἀνάστατόν με ποιεῖ ἐφόδοις κοπῶν με. διʼ ἃ δεῖ αὐτοὺς τῶι στρατηγῶι μνησθῆναι. οὐδὲν ὀφείλω οὔτε ἔκθεσιν οὔτε ὑποκείμενον. ἐὰν αὐτὸν μὴ ποιήσῃς κρουσθῆναι, οὐ μέλλω εὐσταθεῖν. ἔρρωσο.