Ancient Greek
P.Mich. 12 657
Documentary Papyri, P.Mich. 12 657
Not analysed yet
…ρο…μ… …ει εἰς Ἀλεξάνδρειαν ἔχω καταπλεῦσαι μεθʼ ἡμέρας ιε. πέμψεις μοι ἀγοράσας ἢ διὰ Πανίσκου ἢ μετὰ τῶν ἐλαιῶν φοίνικος πατητοῦ ἀρτάβας δύο καὶ Συρίου καλοῦ ἀρτάβην μίαν ἕως δραχμῶν ιβ τοῖς λοιποῖς παιδίοις. σὺ δὲ τῷ ἀσφαλέστερον φέροντι τὰ φοινίκια δώσεις ἵνα μὴ κακουργηθῇ. τὰ γὰρ κεράμια τῶν ἐλαιῶν οἶμαί σε ἀσφαλῶς πάλιν γυψιεῖν. γράψεις δέ μοι πότερον βούλει τῷ χειριστῇ τὴν τιμὴν ὧν πέμπεις δοθῆναι ἵνα σοι παραδεχθῇ εἰς τὸν λόγον ἢ διὰ Πανίσκου σοι πεμφθῆναι θέλεις. περὶ ὧν βούλει ἀπʼ Ἀλεξανδρείας ἐνεχθῆναί σοι γράψον …ς …. …