Ancient Greek
666.1 to 666.31
Documentary Papyri, P.Mich. 13 666.1-31
Not analysed yet
……ἰνδικτίονος Αὐρήλιος Μηνᾶς ἐκ πατρὸς Ψάτε …συντελεστὴς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ Κολλούθῳ υἱῷ Χριστοφόρῳ καὶ αὐτῷ συντελεστῇ ἀπὸ κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος μεμισθῶσθαι παρὰ σοῦ πρὸς τετραέτη χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ ἕκτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου τὸ ὑπάρχον σοι ὁλόκληρον κτῆμα ὑποστάσεως ἀρουρῶν ὅσων ἐστὶν καλούμενον Πρμρης σὺν δυσὶ λάκκοις καὶ μονῇ καὶ πύργῳ καὶ ἐπαύλει καὶ ἀχυροθήκῃ καὶ χωρίῳ καὶ πωμαρίῳ καὶ λαχανείᾳ καὶ φυτοῖς καὶ φοίνιξι καὶ ἐλαιῶσι καὶ συκαμινέοις καὶ κιτρίοις καὶ ἀκανθέαις καὶ πᾶσι τοῖς φυτοῖς διαφέροις ἐγκάρποις τε καὶ ἀκάρποις καὶ ταῖς περιεξόθεν ἀρουραῖς καὶ δικαίοις πᾶσι ἐντὸς καὶ ἐκτὸς πρὸς τὰ παλαιὰ αὐτοῦ ὅρια κυκλόθεν διακείμενου ἐν τῇ λιβικῇ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης κλήρου Ἀνουφίου ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ εἰς γεωργίαν καὶ εἰς κατάθεσιν ὑφʼ ἡμίσειαν καὶ τὴν πᾶσαν γεωργικὴν καὶ ἀμπελουργικὴν ἐργασίαν ποιήσασθαι ἐκ τῶν ἰδίων μου ζῴων καὶ ἀναλωμάτων καὶ γεωργῶν καὶ ποτίσαι ἀδιαλείπτως ἀκαταφρονήτως καὶ σκάπτειν καὶ κλαδοτομεῖν καὶ ὑπορθοῦν καὶ φυλαουργεῖν καὶ σὺν θεῷ τὸ περιεσόμενον ἐξ αὐτοῦ γλεῦκος καὶ τὸν καρπὸν τῶν φοινίκων καὶ τοῦ πωμαρίου μερισθῆναι εἰς ἡμᾶς ἀνὰ τὸ ἥμισυ μέρος, ἐμὲ μὲν λαβεῖν μέρος ἓν ὑπὲρ τῶν ἐμῶν καμάτων, σὲ δὲ λαβεῖν μέρος ἕν ὑπὲρ τοῦ γεουχικοῦ σου μέρους καὶ ὅτε καλαμιῶ καὶ τὰς λεπτὰς σχεῖν εἰς τὴν χρείαν τοῦ ὑπορθοῦν καὶ τὸ ἥμισυ τοῦ μισθοῦ τῆς ξυλίνης ὀργάνης ἐκ τοῦ κοινοῦ ἀποπληρώσομεν καὶ ἑτοίμως ἔχω διδόναι σοι ὑπὲρ ἀποτάκτου φόρου τῶν περιεξόθεν ἀρουρῶν καθʼ ἕτος ἐν τελείῳ καὶ ἀβροχικῷ, ὃ μὴ εἴη, σίτου καθαροῦ καὶ φορικοῦ ἀρτάβας δέκα μέτρῳ ἐμοῦ καὶ χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτιον ἓν τῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης, γίνονται σίτου ἀρτάβαι ι καὶ χρυσοῦ νομισμάτιον α παρὰ κεράτιον α, καὶ ταῦτα καταβαλεῖν σοι καθʼ ἕτος τὸν μὲν σῖτον ἐν τῇ ἁλωνίᾳ, τὸ δὲ ἓν νομισμάτιον ἐν καιρῷ τοῦ δημοσίου πρὸς τὰ δόξαντα. ἔχω σου καὶ ὀφείλω ὑπὲρ τῆς προχρείας τῶν βοικῶν ζῴων τοῦτʼ ἔστιν χρυσοῦ νομισμάτια ὀκτὼ ἕκαστον παρὰ κεράτιον ἓν ταῦτα λογίσασθαί σοι ἐν καιρῷ τελειώσεως τοῦ χρόνου τῆς παρούσης ἐγγράφου μισθώσεως πρὸς τὰ δόξαντα ἀναμφιλόγως ἡ μίσθωσις κυρία ἔσται καὶ βεβαία καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὥμολόγησα. δηλονότι