Ancient Greek
666.32 to 666.41
Documentary Papyri, P.Mich. 13 666.32-41
Not analysed yet
καὶ ὥστε ἐμὲ διδόναι σοι ὑπὲρ τῆς συμπληρώσεως τοῦ φόρου ὑπὲρ τῶν περιεξόθεν ἀρουρῶν τοῦτʼ ἔστιν οὕτως· εἰ δὲ σπεροῦμαι φασούλια ἐπʼ ἔτη ἀπολογίσασθαί σοι φασουλίων ἀρτάβας πέντε ,εἰ δὲ μὴ σπεροῦμαι φασούλια ἀπολογίσασθαί σοι κριθῶν ἀρτάβας πέντε πρὸς τὰ δόξαντα καὶ ἐπὶ τῷ ἐμὲ ἀπολογίσασθαί σοι ἐργαλίδιον σιδηροῦν λιτρῶν δέκα ἥμισυ ἐν καιρῷ ἀποστῆναι τοῦ αὐτοῦ κτήματος ὑπὲρ τῶν προείληφα παρὰ σοῦ καὶ πάλιν ὡμολόγησα καὶ ἐξεῖναί μοι μίαν φοίνικα καθʼ ἕτος εἰς λόγον τοῦ γεωργοῦ ὑπὲρ τῆς φιλοκαλίας τῶν ὅλων φοινίκων. ανοκ μηνα περ ψατε στοιχεῖ μοι ταύτῃ τῇ μισθώσει ὡς πρόκειται. Αὐρήλιος Ψάτης Ἀνανία μαρτυρῶ ταύτῃ τῇ μισθώσει ὡς πρόκειται. Αὐρήλιος Γεώργιος Ὀννοφρίου μαρτυρῶ ταύτῃ τῇ μισθώσει ὡς πρόκειται. διʼ ἐμοῦ Κολλούθου σὺν θεῷ ταβελλίωνος ἐγράφη.