Ancient Greek
667.39 to 667.53
Documentary Papyri, P.Mich. 13 667.39-53
Not analysed yet
χειρὶ ἐμῇ ἐξ ἐπιτροπῆς τοῦ προκειμένου προεστῶτος. Αὐρήλιος Φοιβάμμων Τριαδέλφου ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν ὁμολογίαν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται καὶ ὑπογράψας καὶ ἀναγνοὺς ἀπέλυσα Βίκτωρ Φοιβάμμωνος πρεσβύτερος τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἄπα Μουσαίου μαρτυρῶ ταύτῃ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων μαρτυρῶ δὲ ὅτι ἤκουσα παρὰ τοῦ προγεγραμμένου προεστῶτος ἐπιτρέποντος τὸν εὐλαβέστατον Ἰωάννην πρεσβύτερον ποιήσειν ταύτην τὴν ὁμολογίαν. Δαυεῖδ Ἀνδρέου ἀναγνώστης τῆς αὐτῆς ἁγίας καθολικῆς ἐκκλησίας μαρτυρῶ ταύτῃ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων μαρτυρῶ δὲ ὅτι ἤκουσα παρὰ τοῦ προγεγραμμένου προεστῶτος ἐπιτρέποντος Ἰωάννην τὸν εὐλαβέστατον πρεσβύτερον ποιήσειν ταύτην τὴν ὁμολογίαν. Ἰωάννης Προμαῶτος ἀναγνώστης τοῦ ἁγίου τόπου ἄπα Προμαῶτος μάρτυρος μαρτυρῶ ταύτῃ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων μαρτυρῶ δὲ ὅτι ἤκουσα παρὰ τοῦ προγεγραμμένου προεστῶτος ἐπιτρέποντος Ἰωάννην εὐλαβέστατον πρεσβύτερον ποιήσειν ταύτην τήν ὁμολογίαν Αὐρήλιος Ἰωάννης Κυριακοῦ μαρτυρῶ ταύτῃ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων.