Ancient Greek
P.Mich. 13 668
Documentary Papyri, P.Mich. 13 668
Not analysed yet
Παῦλος Ἰωάννου ἐκ μητρὸς Θέκλας κτήτωρ Φοιβάμμωνι υἱῷ Τριαδέλφου ἀπὸ Ἀφροδίτης. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ τοῦ τε φόρου καὶ τῆς σπορᾶς καὶ τῆς ἀρδεύσεως ἀρούρας δύο ἐν λιπαρᾷ γῇ καὶ ταύτας ἐξεῖναί σοι λαβεῖν ἀπὸ τοῦ γεουχικοῦ μου μέρους τοῦ γεωργίου καλουμένου Εὐηθίου ἐπὶ τοῦ γενήματος σὺν θεῷ πέμπτης ἰνδικτίονος τὴν γεωργίαν γιγνομένην παρὰ σοῦ καὶ τοῦ καιροῦ γενομένου τοὺς περιγιγνομένους ἐξ αὐτῶν καρπούς τε καὶ ἄχυρα ἀποφέρεσθαι καὶ ἐκδέδωκά σοι τοῦτο τὸ πιττάκιον ὡς πρόκειται. Ἐπεὶφ ιετετάρτης ἰνδικτίονος τῶν προκειμένων δύο ἀρουρῶν ἐν λιπαρᾷ γῇ. Παῦλος Ἰωάννου ὁ προκείμενος συμφωνῶ ὡς πρόκειται. Αὐρήλιος Ἀπολλῶς Ἑρμαυῶτος μαρτυρῶ ὡς πρόκειται. διʼ ἐμοῦ Πιλάτου νομικοῦ ἐγράφη . ἀποχὴ Παύλου Ἰωάννου κτήτορος .