Ancient Greek
P.Mich. 15 693
Documentary Papyri, P.Mich. 15 693
Not analysed yet
Ἀπολλωνίωι στρατηγῶι καὶ Ἀρτέμονι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος καὶ Διδύμωι κωμογραμματεῖ κώμης Τεπτύνεως καὶ Ἡρώδηι καὶ Πασίωνι λαογράφοις τῆς αὐτῆς κώμης παρὰ Διδύμου τοῦ Ἡρακλείδου τοῦ καὶ Λουρίου κατοίκου τῶν ἐκ τοῦ ἀριθμοῦ τῶν Ϛυοε ἀναγραφομένου ἐπʼ ἀμφόδου Μοήρεως. ὑπάρχει ἐμοί τε καὶ τῶι ὁμοπατρίωι καὶ ὁμομητρίωι μου ἀδελφῶι Ἀπίωνι ἐν κώμηι Τεπτύνει κοινῶς ἐξ ἴσου δίμοιρον μέρος οἰκοπέδων ἐν τρισὶ σφραγῖσι ἐν αἷς καμάραι καὶ ἕτερα χρηστήρια καὶ ἕτερον μέρος ἄλλης οἰκίας ἐν ἄλλῃ σφραγῖδι καὶ δίμοιρον μέρος ψιλῶν τόπων ἐν ἑτέρᾳ σφραγῖδι ἐν οἷς οὐδεὶς ἀπογράφεται ἃ καὶ ἀπογραφόμεθα εἰς τὴν τοῦ διεληλυθότος ζ ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ κατʼ οἰκίαν ἀπογραφήν. διὸ ἐπιδίδωμι. Ἀπολλώνιος στρατηγὸς Ἀρσινοείτου Πολέμωνος μερίδος ἔσχον τούτου τὸ ἴσον …