Ancient Greek
P.Mich. 15 694
Documentary Papyri, P.Mich. 15 694
Not analysed yet
Διόδωρος γραμματεὺς σεσημείωμαι ἔτους ιε Μεσορὴ ζ Δείωι τῶι καὶ Ἀπολλωνίωι καὶ Ἡρώδηι τῶι καὶ Διογένει γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι ἐγκτήσεων Ἀρσινοίτου παρὰ Τεφερῶτος τῆς Ὥρου τοῦ Ἀβοῦτος ἀπὸ κώμης Καρανίδος μετὰ κυρίου τοῦ υἱοῦ Ὀννώφρεως τοῦ Πνεφερῶτος. κατὰ τὰ κελευσθέντα ὑπὸ Φλαυίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμόνος ἀπογράφομαι τὸ ὑπάρχον μοι εἰς τὴν ἐνεστῶσαν ἡμέραν ἐν τῇ προκειμένῃ κώμῃ ἥμισυ μέρος οἰκίας. ἐὰν δέ τι κατὰ τούτου ἐξοικονισμῶ ἀποδείξω ὡς ὑπάρχει.