Ancient Greek
P.Mich. 20 806
Documentary Papyri, P.Mich. 20 806
Not analysed yet
ὑπατείας Οὐαλεντινιανοῦ τοῦ ἐπιφανεστάτου υἱοῦ τοῦ δεσπότου ἡμῶν Οὐάλεντος Αὐγούστου καὶ Φλαουίου Οὐίκτορος τοῦ λαμπροτάτου στρατηλάτου Θὼθ κζ Αὐρήλιοι Θώνιος Θωνίου καὶ Νειλάμμων Ἀμμωνίου ἀμφότεροι βοηθοὶ ἐξακτορίας τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίοις Σαραπίωνι Πλουτάρχου καὶ Θέωνι Ἀμμωνίου καὶ Εὐλογίῳ Πτολεμαίου καὶ τοῖς κοινωνοῖς ἐπιμεληταῖς κριθῶν Ἀλεξανδρείας τῆς ια ἰνδικτίονος χαίρειν. ἐπειδὴ Ἑρμίας ἀπὸ πραιποσίτων ἀποχὰς δύο ἐπήνεγκεν τῶν παραδοθεισῶν ὑπ αὐτοῦ ὑπὲρ τῆς αὐτῆς ια ἰνδικτίονος κριθῶν ἀρταβῶν χιλίων διακοσίων τεσσαράκοντα μίας, γίν ἀρταβ Ασμα, μίαν μὲν ἀρταβ σια, τὴν δὲ ἑτέραν ἀρταβ Αλ, αἱ προκείμεναι, …μμ… τῇ πολιτείᾳ ὑπὲρ τῆς αὐτῆς ια ἰνδικτίωνος καὶ ταύτας ὑπεδέξατο παρὰ διαφόρων κυβερνητῶν, κατὰ τοῦτο ὁμολογοῦμεν ἐπὶ τῷ ἡμᾶς τὸ προκείμενον μέτρον τῶν κριθῶν ἀρταβῶν Ασμα …λογογραφῆσαι τῇ αὐτῇ ια ἰνδικτίονι καὶ μὴ ἐξεῖναι ἡμῖν ταύτας λογογραφεῖν τῇ ιγ ἰνδικτίονι διὰ τὸ λογογραφῆναι τῇ αὐτῇ ια ἰνδικτίονι. Κυρία ἡ ὁμολογία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὡς πρόκειται. Αὐρήλιος Θώνιος ὁ προκείμενος συμφωνεῖ μοι ὡς πρόκειται. Αὐρήλιος Νειλάμμων ὁ προκείμενος συμφωνεῖ μοι ὡς πρόκειται.