Ancient Greek
P.Mich. 20 807
Documentary Papyri, P.Mich. 20 807
Not analysed yet
ὑπατείας Φλαουίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Ἀρινθέου τοῦ λαμπροτάτου Θὼθ …. Αὐρηλίοις Διοσκόρῳ Εὐλογίου καὶ Πέτρῳ Ἀγαθίνου καὶ Ἀγαθίνῳ Διδύμου καὶ Σαραπίωνι Πλουτάρχου καὶ Ἱέρακι Σερήνου καὶ Τιμαγένει Σερήνου τοῖς πᾶσι βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμεληταῖς σίτου Ἀλεξανδρείας παρὰ Αὐρηλίου Ἠλία Θωνίου ἀπὸ τοῦ Ὀξυρυγχίτου κυβερνήτου πλοίου Θέωνος ἀννουμέρου τάξεως τοῦ λαμπροτάτου δουκός· ἀκολούθως ᾗ ἐθέμην χειρογραφίᾳ οὗ ὑπεδεξάμην γόμου σίτου τῆς εὐτυχοῦς πρώτης νέας ἰνδικτίωνος ἀπὸ τοῦ αὐτοῦ Ὀξυρυγχίτου νομοῦ ὁμολογῶ ὀμνὺς τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ αἰωνίων Αὐγούστων ὑποδεδέχθαι με τὴν κριθολογίαν παρὰ τῶν ἐμβαλαμένων κτητόρων πρὸς τὸ, εἰ συμβαίη ὃ μὴ εἴοιτο κίνησίν τινα γενέσθαι ἢ ἄλλης τινὸς ῥυπαρίας ὑπὸ τῆς μείζονος ἐξουσίας προφάσει κριθολογίας τοῦ αὐτοῦ γόμου ἐμὲ τὸν κυβερνήτην ὑποστῆναι τὸ περὶ τούτου ἀποβησόμενον εἰς τὸ ἐμ μηδένι μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θεῖῳ ὅρκῳ. Αὐρήλιος Ἠλίας Θωνίου ὤμοσα τὸν θεῖον ὅρκον καὶ ἔσχον τὴν κριθολογίαν ὡς πρόκειται. Αὐρήλιος Θώνιος Ἀμμωνίου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.