Ancient Greek
P.Mich. 20 808
Documentary Papyri, P.Mich. 20 808
Not analysed yet
ὑπατείας Φλαουίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ἀρινθέου τοῦ λαμπροτάτου στρατηλάτου Θὼθ ς. Αὐρηλίοις Διοσκόρῳ Εὐλογίου καὶ Πέτρῳ Ἀγαθίνου καὶ Ἀγαθίνῳ Διδύμου καὶ Σαραπίωνι Πλουτάρχου καὶ Ἱέρακι Σερήνου τοῖς πᾶσι βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμεληταῖς κριθῶν Πηλουσίου παρὰ Αὐρηλίου Σερήνου Λέωνος ἀπὸ τοῦ Ὀξυρυγχίτου κυβερνήτου πλοίου Ἰσχυρίωνος πρωτήκτωρος υἱοῦ Λιμενίου ἀπὸ πριμιπιλαρίου μετ’ ἐγγύου τῆς τοῦ γόμου παραδώσεως καὶ τοῦ ἐπενεγκεῖν ἄποχα γράμματα Αὐρηλίου Διογένους Διογένους πολιτευομένου. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων ἐγὼ μὲν ὁ κυβερνήτης παρειληφέναι καὶ ἐμβεβλῆσθαι εἰς τὸ προκείμενον πλοῖον ἀπὸ λόγου πρώτης νέας ἰνδικτίωνος κριθῆς νέας καθαρᾶς ἀδόλου καὶ ἀβρόχου καὶ ἐκτὸς πάσης αἰτίας καθεστηκυίης μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας Αϙα ,τὸν δὲ γόμον κατενέγκομεν ἐπὶ τὴν Πηλουσιωτῶν πόλιν καὶ παραδώσομεν εἰς τοὺς ἐκεῖσε δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς τού -των παραδόσεως ἄποχα γράμματα ὑποδέξασθαι ἐπ’ ὀνόματος ὑμῶν τῶν ἐπιμελητῶν καὶ ἐπενεγκεῖν καὶ ἀναδοῦναι ὑμῖν, ἐγὼ δὲ ὁ ἐγγυητής Διογένης ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι τὸν αὐτὸν Σερῆνον κυβερνήτην παραδίδοντα τὸν γόμον τῶν κριθῶν ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχήν· εἰ δὲ συμβαίη αὐτὸν ἐν τῇ παραδόσει γενόμενον λοιπασθῆναι, ἐπάναγκές ἐμὲ τὸν ἐγγυητήν ὑποστῆναι καὶ πληρῶσαι τὸ ζητούμενον πρὸς αὐτὸν μέτρον καὶ καθαρὰν τὴν ἀποχὴν ἐπενεγκεῖν ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. Αὐρήλιος Διογένης ἐγγυῶμαι τὸν προκείμενον κυβερνήτην Σερῆνον παραδίδοντα τὸν γόμον τῶν κριθῶν καὶ ἐπιφέροντα τὴν ἀποχὴν ὡς πρόκειται. …Αὐρήλιος Σερῆνος Λέωνος παρέλαβον καὶ ἐνεβαλόμην τὸν γόμον κριθῆς καθαρᾶς ἀρτάβας χιλίας ἐνενήκοντα μίαν καὶ παραδώσω ὡς πρόκειται. Αὐρήλιος Ἀπφοῦς Σαραπίωνος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. δι’ ἐμοῦ Ἁρπάλου ἐγράφη.