Ancient Greek
P.Mich. 3 157
Documentary Papyri, P.Mich. 3 157
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίου Σάκις ἀπὸ κώμης Θεοξενίδος ἅμα τοῖς τέκνοις Ἀιῶνι καὶ Ἡρᾷ καταμένοντες ἐν κώμῃ Θεαδελφείᾳ. ἀεὶ θύοντες τοῖς θεοῖς διετελέσαμεν καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα ἐθύσαμεν καὶ ἐσπείσαμεν καὶ τῶν ἱερείων ἐγευσάμεθα καὶ ἀξιοῦμεν ὑμᾶς ὑποσημειώσασθαι. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμεν ὑμᾶς θυσιάζοντας. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κουίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι κγ.