Ancient Greek
P.Mich. 3 158
Documentary Papyri, P.Mich. 3 158
Not analysed yet
τοῖς ἐπὶ θυσιῶν κώμης Θεαδελφίας παρὰ Αὐρηλίας Βελλιᾶ Πετερήως καὶ τῆς ταύτης θυγατρὸς Καπίνιος. ἀεὶ θύουσαι τοῖς θεοῖς διετελέσαμεν καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προστεταγμένα ἔσπεισα καὶ ἔθυσα καὶ ἐγευσάμην τῶν ἱερείων καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαι ἡμῖν. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμεν ὑμᾶς θυσιάζοντας. Ἑρμᾶς σεσημείωμαι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι κζ.