Ancient Greek
P.Mich. 3 172
Documentary Papyri, P.Mich. 3 172
Not analysed yet
Θέωνι ἐκλήμπτορι γερδίων παρὰ Παυσίριος τοῦ Ἀμμωνίου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως λαύρας Ἱππέων Παρεμβολῆς. βούλομαι ἀπὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐκδόσθαι τὸν ἀφήλικά μου υἱὸν Παυσῖριν ὥστε μαθεῖν τὴν γερδιακὴν τέχνην καὶ τάξεσθαι τὸ ὑπὸ τῶν ὁμοίων τελούμενον τέλεσμα διδασκάλῳ Ἐπεινίκῳ Θέωνος λαύρας Ἑρμαίου· διὸ ἀξιῶ ἀναγραφῆναι τὸν υἱὸν ἐν τῇ τῶν μαθητῶν τάξει ὡς καθήκει. εὐτύχει. ἔτους θ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαῶφι κβ. Θέων σεσημείωμαι. ἔτους ἐνάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαῶφι κγ.