Ancient Greek
P.Mich. 3 171
Documentary Papyri, P.Mich. 3 171
Not analysed yet
Πανεχώτῃ καὶ Ἰσχυρίονι ἐγλήμπτορσι γερδίων παρὰ Ἑλένης τῆς Ὡρίωνος μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἐπινίκου τοῦ Θέωνος. βουλομένη ἐγδόσθαι τὸν τοῦ μετηλλαχότος μου ἀδελφοῦ Πασίωνος υἱὸν Ἀμοιτᾶν ἀναγραφόμενον ἐπὶ λαύρας Ἑρμαίου οὐδέπω ὄντα τῶν ἐτῶν ὥστε μαθεῖν τὴν γερδιακὴν τέχνην ἀπὸ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος διδασκάλῳ Παυσίρει Ἀμμωνίου λαύρας Ἱππέων Κάμπου· διὸ ἀξιῶ ἀναγράψασθαι τὸν Ἀμοιτᾶν ἐν τοῖς τοῦ αὐτοῦ ἔτους μαθηταῖς ὡς καθήκει. εὐτυχεῖτε. Ἰσχυριον σεσημείωμαι. ἔτους ε Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ κθ Σεβαστῇ.