Ancient Greek
P.Mich. 3 175
Documentary Papyri, P.Mich. 3 175
Not analysed yet
Ἀμμωνίῳ Πατέρνῳ ἑκατοντάρχῃ παρὰ Μέλανος Ὡρίωνος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἱερέως τοῦ ὄντος ἐν τῇ κώμῃ θεοῦ. ὑπάρχει ἐμοί τε καὶ τοῖς ἀνεψιοῖς μου Φανήσι καὶ Ἁρπαγάθῃ κοινῶς ἐξ ἴσου παππικὸν κατὰ μητέρα ἐν τῇ αὐτῇ κώμῃ ψιλὸς τόπος περιτετειχισμένος ἔνθα ἀποτιθέμεθα κατʼ ἔτος ὃν ἔχομεν χόρτου. τοῦ οὖν ἑνὸς Ἁρπαγάθου ὑπογύως τελευτήσαντος καὶ τοῦ μέρους αὐτοῦ καταντήσαντος εἰς ἀμφοτέρους ἐξ ἴσου, ἐχθές, ἥτις ἦν κβ, ἐμοῦ ἀποτιθεμένου ἐν τῷ τόπῳ τὸν ἡμέτερον χόρτον ὁ Φανῆσις βιαίως καὶ αὐθάδως ἐπελθὼν ἐσφετέρισεν μου τὸν χόρτον οὐκ ἐάσας με ἐν τῷ ἡμετέρῳ μέρει ἀποτίθεσθαι ἐπιχειρῶν ἐκ τούτου ἀπωθεῖν με καὶ αὐτὸν μόνον ἀντιποιεῖσθαι τοῦ μοι προσήκοντος οὐ μόνον ἀλλὰ καὶ τὴν ἀνωτάτην μοι ὕβριν παρεῖχεν. ὅθεν ἀξιῶ κελεῦσαι μεταπεμφθῆναι αὐτὸν ἵνα δυνηθῶ τῆς ἀπὸ σοῦ ἐπιεικείας τυχεῖν. διευτύχει. ἔτους α Πουβλίου Ἑλβίου Περτίνακος Σεβαστοῦ Φαρμοῦθι κγ.