Ancient Greek
P.Mich. 3 176
Documentary Papyri, P.Mich. 3 176
Not analysed yet
Ὥρωι Ἁρυώτου λαογράφῳ Βακχιάδος καὶ Ἀπύνχει Ὀννώφρεως καὶ τοῖς ἄλλοις πρεσβυτέροις παρὰ Πετεύρεως τοῦ Ὥρου τῶν ἀπὸ κώμης Βακχιάδος. ὑπάρχει μοι ἐν τῇ κώμῃ τέταρτον μέρος οἰκίας ἐν ᾧ καταγείνομαι καὶ ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀπογραφήν. εἰμὶ δὲ Πετεῦρις Ὥρου τοῦ Ὥρου μητρὸς Ἑριέως τῆς Μενχείους δημόσιος γεωργὸς ὡς ἐτῶν λ ἄσημος καὶ τὴν γυναῖκα Ταπείνην τὴν Ἀπκόιτος ἐτῶν κε καὶ τοὺς ὁμοπατρίους καὶ ὁμομητρίους ἀδελφοὺς Ὧρον ὡς ἐτῶν κ καὶ Ὡρίωνα ἄλλον ὡς ἐτῶν ζ. ὑπάρχει δὲ καὶ τῶι ἀδελφῶι τὸ …ι τετάρτου μέρους τῆς προκειμένης οἰκίας καὶ αὐλῆς ἐν ᾧ καταγεινόμεθα. Πετεῦρις ὁ προγεγραμμένος ἐπιδέδωκα καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Δομιτιανὸν Σεβαστὸν Γερμανικὸν ἀληθῆ εἶναι τὰ προγεγραμμένα καὶ μηδὲν διεψεῦσθαι. ἔγραψεν Ἀφροδίσιος γραμματεὺς τῆς κώμης ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Παχὼν ιε.