Ancient Greek
P.Mich. 3 178
Documentary Papyri, P.Mich. 3 178
Not analysed yet
Εὐδήμωι στρατηγῷ καὶ Ἑρμαίωι τῶι καὶ Δρύτωνι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου Ἡρακλείδου μερίδος καὶ Πτολεμαίωι κωμογραμματεῖ καὶ Αὐνῆι Αὐνείους καὶ Ὀρσενούφει Ὀρσενούφεως λαογράφοις κώμης Βακχιάδος τῆς αὐτῆς μερίδος. παρὰ Ὥρου τοῦ Ὥρου τοῦ Ὥρου μητρὸς Ἑριέως τῆς Μεγχείους ἀπὸ τῆς προγεγραμμένης κώμης Βακχιάδος. ὑπάρχει ἐμοί τε καὶ τῶι ἀδελφῶι μου Ὡρίωνι ἐν τῆι κώμηι τέταρτον μέρος οἰκίας καὶ αὐλῆς ἐν ὧι καταγινόμεθα, καὶ ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος δευτέρου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν. εἰμὶ δὲ Ὧρος ὁ προγεγραμμένος δημόσιος γεωργὸς ἐτῶν μη οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ τὴν γυναῖκά μου Ταπεκῦσιν Ὥρου ἐτῶν με ἄσημον καὶ τὰ ἐξ ἀμφοτέρων τέκνα Ὧρον υἱὸν ἐτῶν …ἄσημον καὶ Ὡρίωνα ἄλλον υἱὸν ἔτους α ἄσημον καὶ τὸν προγεγραμμένον μου ἀδελφὸν Ὡρίωνα ἐτῶν λε οὐλὴ μετώπῳ μέσῳ καὶ τὴν τούτου γυναῖκα Θενατῦμιν Χαρίτωνος ὡς ἐτῶν λθ ἄσημον ἧι ὑπάρχει ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ἐν ᾗ καταγινόμεθα καὶ τὸν ἐξ ἀμφοτέρων υἱὸν Ὧρον ἔτους α ἄσημον. Ἡρᾶς νομογράφος Βακχιάδος ἔγραψα. κατακεχώρικα Ὀρσενοῦφις λαογράφος διὰ Μελανᾶ γραμματέως. κατακεχώρικα Αὐνῆς Αὐνείους λαογράφος διὰ Ἐπιμάχου γραμματέως. ἔτους γ Ἁδριανοῦ τοῦ κυρίου, Παχὼν ι. κατακεχώρικα κωμογραμματεύς. Παχὼν ι.