Ancient Greek
P.Mich. 3 179
Documentary Papyri, P.Mich. 3 179
Not analysed yet
ἐλήφθη ι ἔτους Ἐπεὶφ κγ. Σαραπίωνι καὶ Θέωνι βιβλιοφύλαξι παρὰ Ταύριος τῆς Ἀπολλωνίου τοῦ Μεγχέους τῶν ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου Ἡρωείδου τοῦ Κρατείνου. ἀπογράφομαι κατὰ τὰ ὑπὸ τοῦ κυρίου ἡγεμόνος Γαίου Κοκίνα Τούσκου προστεταγμένα εἰς τὴν ἐνεστῶσαν ἡμέραν τὴν ὑπάρχουσάν μοι ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου ἐν τῷ πρότερον τῶν Ἱππέων Κάμπωι οἰκίαν ἐν ᾗ αἴθριον ἀκολούθως οἷς ἔχω δικαίοις. ἔμπροσθεν δὲ ἀπεγραψάμην εἰς τὸ αὐτὸ βιβλιοφυλάκιον. Σαραπίων σεσημείωμαι. ἔτους ι Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπὴφ κγ.