Ancient Greek
P.Mich. 3 195
Documentary Papyri, P.Mich. 3 195
Not analysed yet
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Γορπιαίου ἑπτακαιδεκάτῃ, Ἐπεὶφ ιζ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἁρεώτης Ἀλεξᾶ ὡς ἐτῶν ξ, οὐλὴ ποδὶ ἀριστερῶι, Ὥρωι Ὥρου ὡς ἐτῶν μη, οὐλὴ ὀφρύι δεξιᾷ, ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα πυροῦ ἀρτάβας δέκα ἓξ μέτρωι ἑξαχοινίκωι οὔσας τὸ ἐκφόριον τοῦ ἐνεστῶτος πέμπτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὧν γεωργεῖ αὐτοῦ περὶ τὴν προγεγραμμένην κώμην κλήρου ἀρουρῶν τεσσάρων ἡμίσους ,τοῦ Ὥρου ἔχοντος παρʼ ἑαυτῷ τὰ σπέρματα τῆς τοῦ εἰσιόντος ἕκτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατασπορᾶς πυροῦ ἀρτάβας τέσσαρας μέτρῳ τῶι προκιμένωι, μενούσης κυρίας τῆς τοῦ κλήρου μισθώσεως ἐφʼ οἷς περιέχει πᾶσι. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ἰσίδωρος Εὐβίου ἐτῶν με, οὐλὴ τραχήλῳ ἐκ δεξιῶν, τοῦ δὲ ἄλλου Μάρων Μάρωνος ἐτῶν κδ, οὐλὴ ποδὶ ἀριστερῷ. Ἁρυώτης Ἀλεξᾶ ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Ὥρου πυροῦ ἀρτάβας δέκα ἓξ μέτρῳ ἑξαχοινίκῳ οὔσας τὸ ἐκφόριον τοῦ ἐνεστῶτος ἔτους οὗ γεωργεῖ μου περὶ Βακχιάδα κλήρου ἀρουρῶν τεσσάρων ἡμίσους ,αὐτοῦ ἔχοντος τὰ σπέρματα τῆς τοῦ εἰσιόντος ἔτους κατασπορᾶς, μενούσης κυρίας τῆς μισθώσεως καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἰσίδωρος Εὐβίου μὴ εἰδότος γράμματα. Ὧρος Ὥρου γέγονε εἴς με ἡ ἀποχὴ καθὼς πρόκειται. Μάρων Μάρωνος ἔγραψεν ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Βακχιάδι γραφείου.