Ancient Greek
P.Mich. 3 196
Documentary Papyri, P.Mich. 3 196
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Γερμανικείου τρίτῃ καὶ εἰκάδι, Παχὼν κγ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἁρυώτης Ἀλεξᾶ ὡς ἐτῶν ξ, οὐλὴ ποδὶ ἀριστερῶι, Ὥρωι Ὥρου ἐπιλεγομένου Ἰμεσβαίλιος γεωργῶι ὡς ἐτῶν μη, οὐλὴ ὀφρύι ἀριστερᾷ, ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα τὸ ἐκφόριον τοῦ ἐνεστῶτος ἕκτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὧν γεωργεῖ αὐτοῦ Ἁρυώτου ὁ Ὧρος περὶ τὴν προγεγραμμένην κώμην κλήρου ἀρουρῶν τεσσάρων ἡμίσους πυροῦ ἀρτάβας δέκα ἓξ μέτρωι ἑξαχοινίκωι αὐτοῦ τοῦ Ὥρου ὑπολελογηκότος παρʼ ἑαυτῶι τὰ σπέρματα τῆς τοῦ εἰσιόντος ζ ἔτους κατασπορᾶς πυροῦ ἀρτάβας τέσσαρας ,μενούσης κυρίας τῆς μισθώσεως. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ἡλιόδωρος Ἡλιοδώρου ὡς ἐτῶν μθ, οὐλὴ μήλωι δεξιῶι, τοῦ δὲ ἄλλου Ἀμμώνιος Διοσκόρου ὡς ἐτῶν με, οὐλὴ μετώπωι ἐκ δεξιῶν. Ἁρυώτης Ἀλεξᾶτος ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Ὥρου τὸ ἐκφόριον τοῦ ἐνεστῶτος ἔτους ὧν γεωργεῖ ἐμοῦ περὶ τὴν κώμην ἀρουρῶν τεσσάρων ἡμίσους πυροῦ ἀρτάβας δέκα ἕξ ,αὐτοῦ ἔχοντος τὰ σπέρματα τοῦ εἰσιόντος ἑβδόμου ἔτους πυροῦ ἀρτάβας τέσσαρας ,κυρίας τῆς μισθώσεως καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἡλιόδωρος Ἡλιοδώρου μὴ εἰδότος γράμματα. Ὧρος Ὥρου γέγονε εἴς με ἡ ἀποχὴ καθὼς πρόκιται. Ἀμμόνιος Διοσκόρου ἔγραψεν ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου. ὁμολογία Ἁρυώτου πρὸς ῟Ωρον ἀποχῆς ἐκφορίου