Ancient Greek
P.Mich. 3 201
Documentary Papyri, P.Mich. 3 201
Not analysed yet
Ἀντώνις Ἀποληείῳ καὶ Οὐαλεριᾶτι ἀμφοτέροις χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. πρὸ μὲν πάντων σε ἀσπάσατε διὰ ἐπιστολῆς. καλῶς οὖν ποιήσετε μελήσετε ἡμῖν περὶ τῶν ἁλουργῶν τῶν δύο, ἵνα μὴ ἄλλος ἐξενείκῃ αὐτὰ καὶ τὰ ἱμάτια τὰ σουβρίκια καὶ τὸ παλλιόλιον αὐτῶν. καὶ ἐρωτήσατε Ἀπίνα περὶ τῶν φαινολῶν, καὶ ἐρωτήσατε αὐτὸν ὅτι πόσον δαπανήσουσιν ὕφαντρα. καὶ καταβάτω Ἀτωλησσία ἡ Ἰσωτᾶ. γράψω ἐπιστολήν. καταβάτω εἷς ἐξ ὑμῶν. ἀσπάζεται ὑμᾶς Θερμουθᾶς πολλὰ πολλὰ καὶ μέμφεταί σε πολλὰ ὅτι οὐ πέμπεις αὐτῇ ἐπιστολὴν καὶ τὴν ἀντιφώνησιν. ἔτους β Αὐτοκράτορος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Μεχὲρ ιζ. καὶ τὸ πάλλιον Δάφνης πέμψατε αὐτῇ. ἀπόδος Ἀποληείῳ ἀπόδος Οὐαλεριᾶτι.