Ancient Greek
P.Mich. 3 202
Documentary Papyri, P.Mich. 3 202
Not analysed yet
Οὐαλερία καὶ Θερμουθᾶς ἀμφότεραι αἱ δύο Θερμουθίῳ τῇ ἀδελφῇ χαίρειν. ὡς ἠρώτηκά σε καταπλέουσα περὶ τοῦ παιδίου Θερμουθᾶτος ἵνα αὐτὸ ἄρῃς καὶ τροφεύσῃς καὶ μακαρία ἐὰν ποιήσῃς. εἰς τὰς δύο οἰκίας μέλλεις εὐφραίνεσθαι καὶ ἐξαλλάσσεσθαι. δέξαι πέντε στατῆρας. ἐὰν συνευδοκῇς τροφεύειν, περισσότερον μέλλεις μισθάριον εὑρίσκειν, ὡς ἐλεύθερον, καὶ ἐξαλλαγὴν τὴν σὴν καὶ γονέας μέλλεις εὑρίσκειν ἐὰν ποιήσῃς. κατάπλευσον ἐν τῷ πλοίῳ ἵνα μεθʼ ἡμῶν ἀναβῇς σὺν τῷ παιδίῳ. κόμισαι δὲ παρὰ τῆς μητρός μου πέντε στατῆρας ἂν καταβαίνῃς ὡς ἀναβῶμεν ἢ τί ἂν θέλῃς λάβε. ἐρωτῶ σε καταπλεῦσαι ἵνα εὐτυχήσῃς. ἄλλο γὰρ ἐλεύθερον ἄλλο δουλάριν. ἔρρωσο. ἔτους η Τραιανοῦ τοῦ κυρίου, Παχὼν ι. ἀπόδος Θερμουθείῳ ἐν Ἐσωέσω παρὰ …ᾳ Θευδοῦτος παρὰ Οὐαλερίας.