Ancient Greek
P.Mich. 3 204
Documentary Papyri, P.Mich. 3 204
Not analysed yet
Τράπβος Ἡρακλήῳ τῷ πατρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. πεποίηκα τοῖς ἑψαταῖς μου ἀηδίαν, καὶ θέλω ἐξελθεῖν ἀπʼ αὐτῶν. εἰ μὲν δύνῃ ἐλθεῖν, ταχὺ ἔρχου. εἰ δʼ ἄρα μὴ ἐξέρχομαι ἀπʼ αὐτῶν εἶτα καθʼ ἡμέραν δέρουσί με. ἀσπάζου πάντας τοὺς ἐν οἴκῳ. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τῇ Παῦνι ε. παρὰ Τράπβου ἀπόδος Ἡρακλήῳ