Ancient Greek
P.Mich. 3 205
Documentary Papyri, P.Mich. 3 205
Not analysed yet
Τακοῦις Σαβίνωι τῶι ἀδελφῷ χαίρειν. ἀσπάζεταί σε Κόπριλλα καὶ Δικράνις καὶ Τεφελᾶς καὶ Πτολλᾶ καὶ Ἑρπαῆσις καὶ Κερᾶς καὶ Σουῆρις καὶ Ὡρίων. περὶ τῶν ἐλαιῶν ὧν μοι ἔγραψας ταριχεῦσαι, ἐταρίχευσα ἀπὸ πέρυσι. ἔχεις τὸν δυνάμενόν σοι ἐνέγκαι… ἀπόδος Σαβίνωι.