Ancient Greek
P.Mich. 3 206
Documentary Papyri, P.Mich. 3 206
Not analysed yet
Λονγῖνος Κέλερ Μαξίμῳ τῷ τιμιωτάτῳ χαίρειν. πρὸ τῶν ὅλων ἐρρῶσθαι σοι εὔχομαι μετὰ καὶ τῶν σῶν πάντων. φανερόν σοι ποιῶ, ἄδελφε, τὸν Τιβερῖνον εὑρηκέναι τὸν ἀδελφὸν Σεμπρώνιον μετὰ τοῦ χιτωνίου οὗ ἔπεμψας αὐτῷ ἐν πλοίῳ ὑπάγοντι εἰς Ταποσῖριν πρὸ μιᾶς ἡμέρας Ἀλεξανδρίας. ἀπέφερε δὲ ἄρτους τοῖς ἐκεῖ στρατιώταις. τοῦτο μὴ νομίσῃς ὅτι τι εἰκῇ εἰς τοῦτο τὸ πρᾶγμα ἐξῆλθεν, ἀλλὰ ἀκμὴν ᾑρήσατο· καλῶς γὰρ ὑπάγει. ἵνα εἰδῇς ἐνέτειλα τόδε αὐτῆς ὥρας τῷ Τιβερίνῳ· δίδου μοι τὸ ὑποζώνιον καὶ λαβὼν Κέλερι δηλώσω. διὸ φανερόν σοι ποιῶ κεκόμισμαι μέχρις ἂν ὑγιαίνων παραγένῃ. ἐρωτηθεὶς δὲ εἴ τινος σοι χρεία ἐστὶν ἐνθάδε, δήλωσόν μοι καὶ εὐθέως διαπέμψω. ἀσπάζου τοὺς σοὺς πάντας κατʼ ὄνομα. ἀσπάζονταί σοι καὶ τοὺς σοὺς πάντας οἱ ἐμοὶ πάντες κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι καὶ εὐτυχεῖν τὰ μείζονα. ἀπόδος Μαξίμωι Κέλερι παρὰ Λονγίνου Κέλερος ἀδελφοῦ.