Ancient Greek
P.Mich. 3 213
Documentary Papyri, P.Mich. 3 213
Not analysed yet
Σαραπίων τῷ πατρὶ χαίρειν. τὸ προσκύνημα ὑμῶν διὰ παντὸς ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. πολλάκις σοι ἔγραψα καὶ σὺ οὐδὲ ἅπαξ μοι ἐδήλωσας περὶ τῶν ὄντων πραγμάτων. ἐὰν δέ σοι ἀνάγκη γένηται σίτου δώσει σοι ὁ παραδούς σοι ταῦτά μου τὰ γράμματα, Ἀνδρόμαχος πάνυ τῶν σπουδαίων ὄντων φίλος· ἐνετειλάμην γὰρ αὐτῷ. διὸ οὖν ἐὰν ἀνάγκη γένηται μὴ ὀκνήσῃς προσελθεῖν αὐτῷ. ἀλλὰ καὶ γενοῦ εἰς Σενεκελεὺ καὶ μάθε τὸ τῶν ἐδαφῶν μὴ ἄρα ἠμέλησεν ὁ Ἁράχθης. ἄσπασαι πολλὰ τοὺς ἡμῶν πάντας κατʼ ὄνομα καὶ Ἐπαγαθῶν καὶ Σιλβανὸν καὶ τὴν τύχην τῆς οἰκίας. ἐρρῶσθαί σε εὔχομαι. προσδόκα τοῦ καὶ ἐμὲ ἐξελθεῖν ἀπὸ Ἀλεξανδρείας μέχρι ϛ τοῦ θεοῦ θέλοντος. Σαραπίωνι πατρὶ παρὰ Σαραπίωνος υἱοῦ.