Ancient Greek
P.Mich. 3 214
Documentary Papyri, P.Mich. 3 214
Not analysed yet
Πανίσκος τῇ συμβίῳ μου Πλουτογενίᾳ μητρὶ τῆς θυγατρός μου πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σοι τὴν ὁλοκληρίαν καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς θεοῖς πᾶσι. γινώσκειν σε οὖν θέλω, ἀδελφή, ὅτι ἐν Κόπτωι ἐμείναμεν ἐνγὺς τῆς ἀδελφῆς σου καὶ τῶν τέκνων αὐτῆς ὅπως μὴ λυπηθῇς ἐρχομένη ἐν τῇ Κόπτῳ· εἰσὶ γὰρ ἐνθάδε οἱ ἀδελφοί σου. ὅπερ καὶ σὺ πάντως βούλῃ αὐτὴν ἀσπάσασθαι πολλά, τοῖς θεοῖς εὔχεται καθʼ ἡμέραν βουλομένη σε ἀσπάζεσθαι μετὰ τῆς μητρός σου. δεξαμένη οὖν μου τὰ γράμματα ταῦτα ποίησόν σου τὰ κατὰ χεῖρα, ὅπως, ἐὰν πέμψω ἐπὶ σέ, ταχέως ἔλθῃς. καὶ ἔνεγκον ἐρχομένη ποκάρια ἐριδίων δέκα ,ἐλαιῶν κεράμια ἕξ ,στάγματος κεράμια τέσσαρα ,καὶ τὸ ὅπλον μου τὸ καινὸν μόνον, τὸ κασίδιόν μου. φέρε καὶ τὰ λογχία μου. φέρε καὶ τὰ τοῦ παπυλίωνος σκεύη. ἐὰν εὕρητε εὐκαιρίαν, μετὰ ἀνθρώπων καλῶν δεῦτε. ἐρχέσθω μεθʼ ὑμῶν Νόννος. ἔνεγκον ἡμῶν πάντα τὰ ἱμάτια ἐρχομένη. ἔνεγκον ἐρχομένη σου τὰ χρυσία, ἀλλὰ μὴ αὐτὰ φορέσῃς ἐν τῷ πλοίῳ. ἀσπάζομαι τὴν κυρίαν μου θυγατέραν Ἡλιοδώραν. ἀσπάζεται ὑμᾶς Ἑρμίας. ἀπόδος τῇ συμβίῳ μου καὶ τῇ θυγατρί μου παρὰ Πανίσκου πατρός.