Ancient Greek
P.Mich. 3 218
Documentary Papyri, P.Mich. 3 218
Not analysed yet
Πανίσκος τῇ συμβίῳ πολλὰ χαίρειν. ἀσπάζομαι Ἡλιοδώραν τὴν θυγατέρα μου πολλά, καὶ πρόσεχε αὐτῇ. θέλω ἰδεῖν εἰ τινος χρείαν ἔχεις. ἔγραψα Ἀϊῶνι καὶ εἰ τι ἀφήκεις εἰς Ἡλίου πόλιν πέμψον ἐπʼ αὐτά. καὶ ἀφῆκα τὰ ἐρίδια σεαυτῇ ἵνα εἰ τι θέλεις ἀνηλώσῃς σεαυτῇ. καὶ πρόσεχε καί σου τοῖς κτῆσι, καὶ τὰ τρία ὁλοκόττινα ποίησον αὐτὰ ποδόψελλα τῇ θυγατρί μου, καὶ ἑτοίμασον τὰ σύνεργα τοῦ κιθωνίου σου καὶ τοῦ ἱματίου. καὶ ἐὰν ὁ θεὸς θέλῃ καὶ ἔλθω βάλλω ἐκεῖ Ἄχαον. καὶ ἑτοίμασον τὸ δερματίκιον μου, καὶ εἰ τι θέλουσιν ἀκολούθει αὐτοῖς. γίνωσκε οὖν ὅτι ὡς ἀδελφός σοι γράφω, οὐχ ὡς …υμ…σου. ἐρρῶσθαί σε εὔχομαι. ἀσπάζομαι τὴν μητέρα σου πολλὰ καὶ Νόννον σὺν τέκνοις καὶ Σαραπίωνα. ἀπόδος τῇ συμβίῳ παρὰ Πανίσκῳ ἐν τῷ Μοψαρίου.