Ancient Greek
P.Mich. 3 220
Documentary Papyri, P.Mich. 3 220
Not analysed yet
Πανίσκος Προτογενίᾳ τῇ συνβίῳ πλεῖστα χαίρειν. γινώσκειν σε θέλω ὅτι ἐπιστολὴν ἔδωκα Διοσκόρῳ ὡς αὐτοῦ ἐλθόντος παρʼ ἐμοῦ, δεύτερον νῦν δέ σοι γράφω ὅτι οὐ δέδωκα αὐτῷ τὸ τάλαντον ἀλλὰ ἐκτίθησι. δέξαι οὖν παρὰ τῶν ἰδίων αὐτοῦ τὸ τάλαντον. καὶ διεπεμψάμην σοι αὐτοῦ τὴν ἐπιθήκην τοῦ ταλάντου ἵνα λάβῃς καθὼς προεῖπον. ὁ δὲ Ἑρμείας ὁ ἀδελφός σού ἐστιν ἐν τῷ πέρα μετὰ τοῦ ἐπάρχου. πολλάκις φωνὴν αὐτῷ ἐβάλλομεν ἵνα ἔλθῃ πρὸς τὸν ἐπανορθωτὴν Ἀχιλλέα καὶ οὐκ ἦλθεν. οἱ πλεῖστοι τῶν ιθ κολληγῶν ἡμῶν ἦλθον πρὸς ἡμᾶς. ἀσπάζομαι ὑμᾶς, Ἱλιοδώραν τὴν θυγατέρα μου καὶ τοὺς ἡμῶν πάντας. Θὼθ ιβ. …Προτογενίᾳ