Ancient Greek
P.Mich. 3 221
Documentary Papyri, P.Mich. 3 221
Not analysed yet
Πλουτογένια τῇ μητρί μου πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὁλοκληρεῖν παρὰ τῷ κυρίῳ θεῷ. ἤδη ὀκτὼ μῆνες ἀφʼ ἧς εἰσῆλθα εἰς Ἀλεξάνδριαν, οὐδὲ μίαν μοι ἐπιστολὴν ἔγραψας. πάλι οὖν οὐκ ἐχεις με ὡς θυγατέρα σου ἀλλὰ ὡς ἐχθράν σου. τὰ χαλκώματα τὰ ἔχεις παρὰ σοί, δὸς αὐτὰ Ἀτᾶτι καὶ σὺ αὐτὰ παράλαβε ἀπʼ αὐτῆς Ἀτᾶ πλήρης. καὶ γράψον μοι πόσον κέρμα ἔλαβες παρὰ Κουπινήρι καὶ μὴ ἀμελήσῃς. πρόσεχε τῇ μηχανῇ καὶ τοῖς κτῆσί σου, μὴ ὀκνήσῃς καὶ μὴ θελήσῃς σκυλῆναι …ἐὰν δὲ μέλλῃ ἡ θυγάτηρ σου γαμῆσαι γράψον μοι καὶ ἔρχομαι ἐγώ. ἀσπάζομαί σε μετὰ τῶν τέκνων σου. ἀσπάζομαι καὶ τοὺς φιλοῦντας ἡμᾶς κατʼ ὄνομα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ἀπόδος τῇ μητρί μου παρὰ Πλουτογενίας θυγατρὸς.