Ancient Greek
P.Mich. 5 256
Documentary Papyri, P.Mich. 5 256
Not analysed yet
Ἀκῆς Πισάειτος ὁμολογῶ παρακεχωρηκέναι Ὀρσενούφι Πρ… ἀπὸ τῆς ὑπαρχούσης μοι περὶ τὸ Ἡρακλείδου ἐποίκιον τῆς Πολέμωνος μερίδος ἱερᾶς γῆς Σούχου θεοῦ ἀρούρας πέντε ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι χωρὶς τῆς ἐπιβολῆς τῆς κώμης, ὧν γείτονες τοῦ ὅλου κλήρου νότου Πτολεμαίου τοῦ …ρ…ς κλῆρος, βορρᾶ Ψενοβάστιος κλῆρος, λιβὸς διῶρυξ διʼ οὗ ποτίζεται ὁ κλῆρος, ἀπηλιώτου διῶρυξ διʼ οὗ ἐκχεῖται ὁ κλῆρος. καὶ ἀπέχω παρὰ τοῦ Ὀρσενούφιος τὸ ἑσταμένον ἀργυρικὸν παραχωρητικὸν πᾶν κεφάλαιον καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων ὀφειλημάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ ναυβίων καὶ ἀρταβίας καὶ τιμῆς γῆς πλὴν ἐπιβολῆς κώμης καὶ τῶν ἄλλων πάντων τῶν ἀπαιτουμένων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ διεληλυθότος πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καὶ αὐτοῦ τοῦ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Μαρσισοῦχος Μαρεψήμιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.